Esercizi sulla Prima Coniugazione dei Verbi Greci (superiori)

Da Wikiversità, l'apprendimento libero.
Jump to navigation Jump to search
quiz
Esercizi sulla Prima Coniugazione dei Verbi Greci (superiori)
Tipo di risorsa Tipo: quiz
Materia di appartenenza Materia: Grammatica greca per le superiori 1
Avanzamento Avanzamento: quiz completo al 25%.

I seguenti esercizi riguardano la prima congiunzione dei verbi greci studiata nella Lezione 11.

Esercizi sul Presente[modifica]

Esercizio 1[modifica]

Analizza e Traduci le seguenti forme:

λέγουσι, λέγωσι, ἂν λέγοιεν, λέγων, λέγονται, λέγωνται, εἰ λέγοιντο, λέγεσθαι, λεγόμενος, γράφει, γράφῃ, εἴθε γράφοι, γραφέτω, γράφουσα, γράφεται, γράφηται, ἂν γράφοιντο, γραφέσθω, γραφομένη, γράφοντος, γράφε, γιγνώσκεις, εἰ γιγνώσκοις, γιγνωσκόντων, γιγνώσκουσι, τοῖς γιγνώσκουσι, γιγνώσκῃ, εἴθε γιγνώσκοιο, γιγνώσκου, γιγνωσκέσθωσαν.

Esercizio 2[modifica]

Analizza e Traduci (ci sono Verbi al Presente Attivo):

A)

  1. Τοσούτου ἄξιος ἕστιν, ὅσον ἄξιά ἐστι ταῦτα περὶ ἃ σπουδάζει,
  2. Οὐδέν᾽ἄνδρα οὔπω γιγνώσκομεν, ὅτῳ ἂν παντελῶς πιστεύωμεν.
  3. Τὴν ἀρετὴν στήργε, ὦ νεανία, καὶ ἔλπιζε αὐτὸς τοιοῦτος γίγνεσθαι, οἷος ὁ πατήρ σου δικαιότατος καὶ σεμνότατος ἦν.
  4. Οὔ μοι μέλει ὄ τι λέγεις, ἀλλ᾽ἅττα πράττεις.
  5. Μάρκος Αὐρήλιος, ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ, λέγει· "Πάσης ὥρας (Genitivo di tempo) φρόντιζε στιβαρῶς τὸ ἐν χερσὶ μετὰ τῆς ἀκριβοῦς σεμνότητος καὶ ἐλευθερίας καὶ δικαιότητος πράσσειν".
  6. Ὦ ἄνθρωπε, οὐ βλέπεις τὰ φυτάρια, τὰ στρουθάρια, τοὺς μύρμηκας, τὰς ἀράχνας, τὰς μελίττας τὸ ἴδιον ἔργον ποιούσας; Ἔπειτα σὺ σὐ θέλεις τὰ ἀνθρωπικὰ πράσσειν; Οὐ τρέχεις ἐπὶ τὸ κατὰ τὴν σὴν φύσιν ἔργον;
  7. Οἱ πολῖται τῇ ἐν ναυμαχίᾳ νίκῃ περιχαρεῖς ᾄδοντες τοῖς τοῦ θεοῦ βωμοῖς προσέρχονται καὶ βοῦς, οἱς, σῦς μετὰ ᾀσμάτων θύουσιν.
  8. Εἴθε πρὸς μηδὲν ἄλλο ἀποβλέποιμεν ἤ πρὸς λόγον.
  9. Πᾶν τὸ συμβαῖνον οὕτως σύνηθες καὶ γνώριμόν ἐστιν, ὡς τὸ ῥόδον ἐν τῷ ἔαρι καὶ ὀπώρα ἐν τῷ θέρει· τοιοῦτον γὰρ τῷ ἀνθρώπῳ καὶ νόσος καὶ θάνατος καὶ βλασφημία καὶ ἐπιβουλή.
  10. Γελοῖον ἄν εἴη, εἰ τὴν μὲν ἰδίαν κακίαν μὴ φεύγοις, ὅ καὶ δύνατόν ἐστι, τὴν δὲ τῶν ἄλλων φεύγοις, ὅπερ ἀδύνατον (ἐστίν).

B)

  1. Oh ! se tu comprendessi che è verità ciò che ti dico !
  2. Chi parla poco e ascolta molto potrebbe imparare più cose con minore fatica.
  3. Non uccidere il fratello, non tradire la fede dell'amico, non calinniare il concittadino.

Esercizio 3[modifica]

Analizza e Traduci (ci sono Verbi al Presente Medio-Passivo):

A)

  1. Τὸν κόρακα ὄρνιν ἱερὸν καὶ Ἂπόλλωνος ἀκόλουθον εἷναι λέγουσι, καὶ οἱ μάντεις ὀττεύονται πρὸς τὴν ἐκείνου βοὴν καὶ ἕδρας καὶ κλαγγὰς καὶ πτήσεις ἥ κατὰ λαιὰν χεῖρα ἥ κατὰ δεξιάν.
  2. Ὣσπερ τὰ μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτα ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτόν τρόπον (accus. avverbiale) ἐξ ἀρχῆς τὰ τῶν τέχνων ἤθη ῥυθμίζειν προσήκει.
  3. Τὸ πρῶτον μὴ ταράσσου· πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου ( = dell'universo) φύσιν ἐστὶ καὶ ὀλίγου χρόνου (genit. di tempo) οὐδεὶς ἔσῃ ( = tu sarai).
  4. Οὐδὲν (avverbio) ὁ πάνυ πλούσιος ὀλβιώτερος τοῦ ἐφ᾽ ἡμέραν ἕχοντος λέγοιτο ἄν, εἰ μὴ συμβαίνει αὑτῷ καὶ εῧ ἀποθνᾐσκειν.
  5. Οἳ ἀποθνᾐσκουσι περὶ τῆς πατρίδος μαχόμενοι αὐτοι ἐν τῇ πατρίδος μαΧόμενοι, οῧτοι ἐν τῇ πατρίδι δημοσίᾳ θαπτέσθων.
  6. Διαλύεται ἡ τῶν ἑταίρων φιλία, ἐὰν διαλύηται ἡ πίστις.
  7. Μέμνωνα, τὸν Τιθωνοῦ καὶ Ήοῦς, μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγιγνόμενον ἐν Τροίᾳ ἀποκτείνει ὁ Ἀχιλλεύς, ἀλλὰ καὶ αὐτῷ τῷ Πηλεῗδῃ θανάτου ἐπιγίγνεται μοῖρα· τοξεύεται γὰρ ὑπὸ Ἀλεξάνδρου.
  8. Τὰ τῶν πέλας δυστυχήματα σωφρονισμοὶ γίγνονται τοῖς ἀνθρώποις.
  9. Ἐκ τῶν κοοινῶν ἐπιμελειῶν (cariche) ἀπαλλάττου μὴ πλουσιώτερος, ἀλλ᾽ ἐνδοξότερος· πολλῶν γὰρ χρημάτων κρείττων ὁ παρὰ τοῦ πλήθους ἔπαινος.
  10. Μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου· τὸ μὲν γὰρ ἀνόητον, τὸ δὲ μανικόν.

B)

  1. Gli animi dei giovani facilmente potrebbero essere corrotti.
  2. Dai filosofi la virtù è considerata il massimo bene.
  3. Oh, se obbedissimo sempre alla ragione !

Continuare da pagina 125.